Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
  2. ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·
  3. τοῦ δʼ ἄρʼ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
  4. πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι.
  5. ἥ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
  6. ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
  7. καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπʼ ἀργαλέῃσιν ἀνίῃς
  8. τήκεθʼ ὅπως ἀλαπαδνὸς ἐπʼ ἀνθρακίῃσι μόλιβδος
  9. ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔποτʼ ἔλειπε
  10. δερκομένην ἐπὶ πόντον ἀπείριτον· οὕνεκα μήτηρ
  11. ἄχνυθʼ ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτʼ ἄφίκηται
  12. τηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ.
  13. καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
  14. ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθʼ ὁμοῖα·
  15. ἀλλʼ ἡ μὲν στονάχιζε πανημερίη γοόωσα.
  16. νηῦς δʼ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
  17. τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης·
  18. πορφύρεον δʼ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·
  19. αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα.
  20. ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας· ἡ δʼ ὑπʼ ἀήτῃ