Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
  2. καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  3. ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶ
  4. κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
  5. φαίνοντʼ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
  6. τοῖος ἔην Ἀχιλῆος ἐῢς πάίς· οἱ δʼ ἀνὰ ἄστυ
  7. εὔχοντʼ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
  8. ἀργαλέου παλίνορσον ἀπʼ Ἄρεος· οἱ δʼ ἐσάκουσαν
  9. εὐχομένων· ὁ δὲ πάντας ὑπείρεχεν, οἵ οἱ ἕποντο.
  10. ἐλθόντες δʼ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
  11. εὗρον ἔπειτʼ ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς
  12. ἱστία τʼ ἐντύνοντας ἐπειγομένους τʼ ἀνὰ νῆα·
  13. αἶψα δʼ ἐν αὐτοὶ ἔβαν· [*]( Zimmermann, for ἄρʼ αὐτὸς ἔβη, of v.) τοὶ δʼ ἔκτοθι πείσματʼ ἔλυσαν
  14. εὐνάς θʼ, αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.
  15. τοῖσι δʼ ἄρʼ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης
  16. προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετʼ Ἀχαιῶν
  17. ]τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
  18. οἱ δʼ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
  19. τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργʼ ἐνέποντες,
  20. ὅσσα τʼ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ