Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·
- ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
- ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
- ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδʼ ὅ γε μητρὸς
- ἄσπετʼ ὀδυρομένης ἔτʼ ἐπέκλυεν, ἀλλʼ ἀπάτερθε
- βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
- ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- ἕσπετʼ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
- ἄλλοι τʼ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,
- τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,
- καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.
- οἱ τότʼ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
- ἐσσύμενον ποτὶ νῆα διʼ ἄστεος· ὅς δʼ ἐνὶ μέσσοις
- ἤιε καγχαλόων· κεχάροντο δὲ Νηρηῖναι
- ἀμφὶ Θέτιν· καὶ δʼ αὐτὸς ἐγήθεε Κυανοχαίτης
- εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,
- ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος
- καίπερ ἐὼν ἔτι παιδνός, ἔτʼ ἄχνοος· ἀλλά μιν ἀλκὴ
- καὶ μένος ὀτρύνεσκεν· ἑῆς δʼ ἐξέσσυτο πάτρης,
- οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα