Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- δεύεται, οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης,
- πουλὺς δʼ ἀμφʼ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
- ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
- ῥώοντʼ ἐσσυμένοιο, κάρη δʼ εἰς ὕψος ἀείρει
- φυσιόων μάλα πολλά, νόος δʼ ἐπιτέρπετʼ ἄνακτος·
- ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
- μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
- ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
- ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
- μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός·
- οἵη δʼ ἀμφὶ μέλαθρα μέγʼ ἀσχαλόωσα χελιδὼν
- μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα
- αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
- ἡ δʼ ὁτέ μέν χήρην περιπἐπταται ἀμφὶ καλιήν,
- ἄλλοτε δʼ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
- αἰνὰ κινυρομένη τεκέων ὕτερ· ὣς ἄρα κείνου
- μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
- εὐνὴν ἀμφιχυθεῖσα μέγʼ ἴαχεν, ἄλλοτε δʼ αὖτε
- κλαῖεν ἐπὶ φλιῇσι· φίλῳ δʼ ἐγκάτθετο κόλπῳ,
- εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,