Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τῆμος, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠερόεντι
  2. ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
  3. τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
  4. ἢ ὁπότʼ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
  5. ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
  6. δείδιε δʼ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
  7. ᾗ ἔνι συμφορέονται ἀνʼ εὐρέα βένθεα πόντου
  8. ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
  9. ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
  10. δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
  11. ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
  12. δυόμενʼ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.
  13. ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
  14. ἱμείροντα μόθοιο δυσηχέος· ὃς δʼ ἐρατεινὸν
  15. μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.
  16. ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
  17. δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
  18. ὡς δʼ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
  19. εἴργει ἐφεζόμενος, ὁ δʼ ἐρυκανόωντα χαλινὸν
  20. δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος