Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νωλεμέως δʼ ἄρʼ ἄπαστος ἐδητύος ἐν κονίῃσι
  2. κεῖτο μέγα στενάχων Ποδαλείριος· οὐδʼ ὅ γε σῆμα
  3. λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε
  4. χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.
  5. καί ῥʼ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δʼ αὖτε
  6. δίζετο φάρμακον αἰνόν· ἑοὶ δέ μιν εἶργον ἑταῖροι
  7. πολλὰ παρηγορέοντες· ὁ δʼ οὐκ ἀπέληγεν ἀνίης.
  8. καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
  9. ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
  10. εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐδʼ ἀμέλησεν
  11. αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
  12. ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
  13. ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
  14. θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
  15. οἷο κασιγνήτοιο· περιστενάχοντο δʼ ἄνακτα
  16. δμῶες ὁμῶς ἑτάροισι· κακὴ δʼ ἔχε πάντας ὀϊζύς.
  17. καί ῥʼ ὅγε μειλιχίοισι μέγʼ ἀχνύμενον προσέειπεν·
  18. ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
  19. ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
  20. μύρεσθʼ οἷα γυναῖκα παρʼ οὐκέτʼ ἐόντι πεσόντα·