Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἦμος δʼ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δʼ Ἠὼς
  2. λαμπρὸν παμφανόωσα, κνέφας δʼ ἀνεχάσσατο νυκτός,
  3. δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
  4. οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
  5. ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δʼ ἀπάτερθεν
  6. αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο
  7. Νιρέα θʼ, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
  8. κάλλεΐ τʼ ἀγλαΐῃ τε· βίῃ δʼ οὐκ ἄλκιμος ἦεν·
  9. οὐ γὰρ ἅμʼ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα·
  10. ἀλλʼ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·
  11. ὣς Νιρῆι ἄνακτι παρʼ ἀγλαΐῃ ἐρατεινῇ
  12. κεῖτʼ ἀλαπαδνοσύνη· Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
  13. ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντʼ ἐπὶ τύμβῳ,
  14. ὅσσα Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν
  15. ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη
  16. αἶψα δʼ ἀρʼ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.
  17. καὶ τότʼ ἄρʼ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
  18. ὦρτο δʼ ἄρʼ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ
  19. ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν·
  20. καί ῥʼ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπʼ Ἄρηι·