Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οὐ γὰρ ἀναστήσεις μιν ἔτʼ ἐς φάος, οὕνεκʼ ἄϊστος
- ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δʼ ἄνευθεν
- πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
- αὕτως δʼ, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δʼ ἄλγος
- ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω
- παῖδʼ ὀλέσας δηίοισιν ὑπʼ ἀνδράσιν εὖ μὲν ἄκοντι
- εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος
- αἰζηῶν φιλέεσκεν ἑὸν πατέρʼ ὡς ἐμὲ κεῖνος,
- κάτθανε δʼ εἵνεκʼ ἐμεῖο σαωσέμεναι μενεαίνων
- ὃν πατέρʼ· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
- σῖτον ἔτλην καὶ ζωὸς ἔτʼ Ἠριγένειαν ἰδέσθαι,
- εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
- νισσόμεθʼ ἄνθρωποι, πᾶσίν τʼ ἐπὶ τέρματα κεῖται
- λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα
- πάντα φέρειν, ὁπόσʼ ἐσθλὰ διδοῖ θεὸς ἠδʼ ἀλεγεινά.
- ὣς φάθʼ· ὁ δʼ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δʼ ἀλεγεινὸν
- ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
- ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
- ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μʼ ἀτίταλλεν
- οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα