Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἤλθετʼ ἔχοντες ἐμεῖο διʼ οἴδματος ἀτρυγέτοιο.
  2. ὣς ἔφατʼ εἰρόμενος· ὁ δʼ ἀμείβετο δῖος Ὀδυσσεύς·
  3. ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,
  4. τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν·
  5. καὶ δʼ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
  6. πάμπαν· ὁ δ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
  7. εἰμὶ δʼ ἐγὼν Ἰθάκηθεν, ὁ δʼ Ἄργεος ἱπποβότοιο,
  8. εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομʼ ἄκουσας,
  9. ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
  10. αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκʼ ἐλθών·
  11. ἀλλʼ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
  12. ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετʼ Ἄρηι.
  13. καί τοι δῶρʼ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί·
  14. τεύχεα δʼ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
  15. δώσω, ἅπερ φορέων μέγα τέρψεαι· οὐ γὰρ ἔοικε
  16. θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
  17. ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε
  18. χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
  19. Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
  20. τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι