Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πληθὺν δʼ αὖτʼ ἀπάνευθε δαϊκταμένων ἡρώων
  2. θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
  3. πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
  4. καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
  5. τάρχυσαν κταμένους. ὀλοὴ δʼ Ἔρις οὐκ ἀπέληγεν,
  6. ἀλλʼ ἔτʼ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
  7. ἀντιάαν δηίοισιν· ὁ δʼ οὔπω χάζετο νηῶν,
  8. ἀλλʼ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.
  9. τοὶ δʼ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες·
  10. εὗρον δʼ υἱ̓͂ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
  11. ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
  12. ἄλλοτε δʼ αὖθʼ ἵπποισι πονεύμενον ὠκυπόδεσσι·
  13. γήθησαν δʼ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
  14. ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ
  15. ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ τὸ πάροιθε πέπυστο.
  16. αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχʼ ὁρῶντο
  17. θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον·
  18. τοὺς δʼ ἄρʼ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·
  19. ὦ ξεῖνοι, μέγα χαίρετʼ ἐμὸν ποτὶ δῶμα κιόντες·
  20. εἴπατε δʼ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδʼ ὅ τι χρειὼ