Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
  2. ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τʼ ἐνὶ [*](Zimmermann, for peri\ ku/klw| of v.) κύκλῳ
  3. ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
  4. θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δʼ οὐπώποτε τοῖα
  5. οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτʼ ἐφόρησεν,
  6. εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
  7. πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον·
  8. καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
  9. πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
  10. τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
  11. δῖα Θέτις· τὰ δʼ ἄρʼ αὖθις ἐελδόμενός περ ἔγωγε
  12. δώσω προφρονέως, ὁπότʼ Ἴλιον εἰσαφίκηαι.
  13. καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
  14. πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
  15. αὐτίκα γαμβρὸν ἑὸν [*](Zimmermann, ex P for oi( gambro\n of Koechly.) ποιήσεται, ἢν ἐθέλῃσθα,
  16. ἀμφʼ εὐεργεσίης· δώσει δέ τοι ἄσπετʼ ἄγεσθαι
  17. κτήματά τε χρυσόν τε μετʼ ἠϋκόμοιο θυγατρός,
  18. ὅσσʼ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.
  19. ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
  20. εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,