Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
  2. αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
  3. εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
  4. ὀψέ περ· οἱ δʼ ἄλληκτον ἀφʼ ἕρκεος αἰπεινοῖο
  5. δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
  6. κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
  7. λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
  8. αὕτως δʼ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
  9. Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
  10. ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δʼ ἀμφὶ μακεδνὸν
  11. τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος· ἀλλʼ ἄρα καὶ ὥς
  12. ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
  13. παύσανθʼ, οὕνεχʼ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
  14. ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
  15. πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ·
  16. αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
  17. παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
  18. ἐν κονίῃς ἐριπόντας· Ἀχαιοὶ δʼ ἔξοχα πάντων
  19. Πηνέλεων μύροντο· βάλον δʼ ἐπὶ σῆμα θανόντι
  20. εὐρὺ μάλʼ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·