Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὥς ἄρα κύδιμοι υἷες ἑϋπτολέμων Ἀργείων
  2. πολλοὶ ὑπʼ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
  3. τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἱ δʼ ὑπάλυξαν,
  4. ὅσσους ἐξεσάωσε ποδῶν μένος· ἀλλʼ ἄρα καὶ ὥς
  5. Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
  6. νῆας ἐπὶ σφετέρας, καίπερ ποσὶ καρπαλίμοισι
  7. κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
  8. πανσυδίῃ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ
  9. ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
  10. οὕνεκʼ ἄρα σφίσι φύζαν ὀϊζυρὴν ἐφέηκεν
  11. Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
  12. οἱ δʼ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
  13. αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αὶνὸν ἀήτην,
  14. ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
  15. ψυχρὸς ἐπαΐσσων, ταὶ δʼ ἐς νομὸν ἐσσύμεναί περ
  16. ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
  17. ἀλλʼ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
  18. ἀγρόμεναι, θάμνοισι δʼ ὑπὸ σκιεροῖσι νέμονται
  19. ἰλαδόν, ὄφρʼ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
  20. ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον