Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κτεινομένων ἑκάτερθεν. ὁ δʼ ἐν νεκύεσσι βεβηκὼς
  2. μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
  3. καὶ πόδας· οὐδʼ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
  4. ἀλλʼ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
  5. ἀντιόωντʼ ἀνὰ δῆριν ἀμείλιχον· ἀμφὶ δὲ πολλοὺς
  6. ἔκτανεν· οὐδʼ ὅ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
  7. ἀλλʼ ἕπετʼ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
  8. ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
  9. Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
  10. τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
  11. καὶ κρατεροὺς ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·
  12. ὣς ὅ γʼ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
  13. δάμνατʼ ἐπεσσύμενος· τοὶ δʼ ἰλαδὸν ἄλλοθεν ἄλλος
  14. ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
  15. ὣς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
  16. ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
  17. μυρίαι ἀμφροτέρωθεν, ὁ δʼ εἰς ἁλὸς ἔσσυται οἶδμα
  18. παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
  19. κρημνοὶ ἐπικτυπέουσι, βρέμει δʼ ἄρα μακρὰ ῥέεθρα
  20. αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα·