Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων·
  2. ἧκε δʼ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
  3. σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δʼ ἔτρεσαν ἄνδρες
  4. ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.
  5. τὸν δʼ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα
  6. Πάμμονος Ἱππασίδην· τὸν δʼ ἡνία χερσὶν ἔχοντα
  7. πλῆξε κατὰ κροτάφοιο· θοῶς δέ μιν ἔκβαλε δίφρου
  8. πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος
  9. λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετʼ ὀπίσσω
  10. ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα
  11. ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα·
  12. Πάμμονι δʼ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη
  13. ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·
  14. καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,
  15. εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα
  16. ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα
  17. ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.
  18. ἀντίθεον δʼ Ἀκάμαντα καταντίον ἀΐσσοντα
  19. Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν·
  20. ἕλκεϊ δʼ οὐλομένῳ στυγερὰς ὑπεδύσατʼ ἀνίας·