Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- χάσσατο δʼ ἐκ πολέμοιο· λίπεν δʼ ἑτάροισι κυδοιμὸν
- δακρυόεντʼ· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.
- καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο
- τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι
- ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος
- ἷξεν ἀνιηρόν· σὺν δʼ αἵματι κήκιεν ἱδρὼς
- ψυχρὸς ἀπὸ μελέων· καί μιν στρεφθέντα φέρεσθαι
- εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο·
- κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δʼ ἀέκοντες ἔμιμνον
- αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.
- ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ
- δεξιτερὸν κατὰ μηρόν· ὁ δʼ ᾤχετο τυτθὸν ὀπίσσω
- οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο.
- Ἰδομενεὺς δʼ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας
- κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε
- κάππεσε λοίγιον ἔγχος· ἄφαρ δʼ ἀνεχάσσατʼ ὀπίσσω
- οἰσέμεν ἐγχείην· τὴν γάρ τʼ ἔχεν ἔκβαλε χειρός.
- Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
- τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν
- ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατʼ ἔλυσε·