Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς οἵ γʼ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.
  2. ἀλλʼ οὐδʼ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,
  3. εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
  4. Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,
  5. οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,
  6. καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,
  7. εἰ μὴ ἄρʼ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο
  8. ἄντην Εὐρυπύλοιο· μάχη δʼ ἀΐδηλος ἐτύχθη.
  9. ἔνθα τότʼ Αἰνείαο κατʼ ἀσπίδος ἔγχος ἔρεισε
  10. Τεῦκρος ἐϋμμελίης· τοῦ δʼ οὐ χρόα καλὸν ἴαψεν·
  11. ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·
  12. ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.
  13. Μηριόνης δʼ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι
  14. Παιονίδῃ, τὸν ἐγείνατʼ ἐϋπλόκαμος Κλεομήδη
  15. Ἀξιοῦ ἀμφὶ ῥέεθρα· κίεν δʼ ὅ γε Ἴλιον ἱρὴν
  16. Τρωσὶν ἀρηξέμεναι μετʼ ἀμύμονος Ἀστεροπαίου·
  17. τὸν δʼ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι
  18. αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ
  19. ἔγκατα· τοῦ δʼ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.
  20. Αἴαντος δʼ ἄρʼ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων