Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ, ὅτʼ οἰωνοὶ δατέονται
- σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτʼ ἐέλπῃ
- νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
- ἐσσὶ μὲν ἰητήρ, μάλα δʼ ἤπια φάρμακα οἶδας,
- τοῖς πίσυνος τάχʼ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.
- ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὸς ἀπʼ ἠνεμόεντος Ὀλύμπου
- σεῖο πατὴρ τεὸν ἦτορ ἔτʼ ἐκ θανάτοιο σαώσει,
- οὐδʼ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.
- ὣς φάτο· τὸν δʼ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·
- Εὐρύπυλʼ, οὐδʼ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι
- ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ
- Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.[*](Zimmerman, for ῥέζεις of n.)
- ὣς φάμενον λίπε θυμός· ἔβη δʼ ἄφαρ Ἄϊδος εἴσω·
- τὸν δὲ καὶ οὐκέτʼ ἐόντα προσηύδα κύδιμος ἀνήρ·
- νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε
- ὕστερον οὐκ ἀλέγω, εἰ καὶ πραὰ ποσσὶν ὄλεθρος
- σήμερον ἡμετέροισι πέλει λυγρός· οὔτι γὰρ ἄνδρες
- ζώομεν ἤματα πάντα· πάντα· πότμος δʼ ἐπὶ πᾶσι τέτυκται.
- ὣς εἰπὼν οὔταζε νέκυν· μέγα δʼ ἴαχε Τεῦκρος,
- ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν