Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- εἰστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο
- δῆρις ἐνὶ μέσσοισιν· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὀρώρει.
- ἀλλʼ οὐδʼ ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
- Νιρῆός δʼ, ὃς κεῖτο παραυτόθι· τὸν δʼ ἐνόησεν
- ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν·
- αἶψα δʼ ὅ γʼ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·
- ἔσσυσθʼ, Ἀργεῖοι, μηδʼ εἴκετε δυσμενέεσσιν
- ἐσσυμένοις· νῶιν γὰρ ἀάσπετον ἔσσετʼ ὄνειδος,
- αἴ κε Μαχάονα δῖον ἅμʼ ἀντιθέῳ Νιρῆι
- Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται.
- ἀλλʼ ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,
- ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ
- κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη
- οἶσιν ἀμυνέμεναι, μηδʼ ἄλλοις κύρμα λιπέσθαι· [*](Zimmermann, for dhi/ois mh\ ku/rma gene/sqai, sith lacuna, of Koechly.)
- οὐ γὰρ ἀνιδρωτί γε μετʼ ἀνδράσι κῦδος ἀέξει.
- ὣς ἄρʼ ἔφη· Δαναοῖσι δʼ ἄχος γένετʼ· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
- πολλοὶ γαῖαν ἔρευθον ὑπʼ Ἄρεϊ δῃωθέντες
- μαρναμένων ἑκάτερθεν· ἴση δʼ ἐπὶ δῆρις ὀρώρει.
- ὀψὲ δʼ ἀδελφειοῖο φόνον στονόεντα νόησε
- βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν