Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μαίνετʼ ἐνὶ μέσσοισιν, ὅπως [*](Zimmermann, for ἕως of v.) κʼ ἐπιόντα δαμάσσῃ,
  2. ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος διʼ ὁμίλου·
  3. τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα
  4. οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε
  5. δεξιτερὸν κατὰ γλουτόν· ὁ δʼ οὐκ ἀνεχάζετʼ ὀπίσσω,
  6. οὐδʼ ἐπιόντʼ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·
  7. ἀλλʼ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας
  8. κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·
  9. τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμʼ [*](Zimmermann, ex P; for κῆρʼ of n.) ἀπάλαλκεν
  10. ἐσσυμένως· ὁ δʼ ἔπειτα κραταιῷ χώσατο φωτὶ
  11. Εὐρύπυλος μᾶλλον, μέγα δʼ ἀσχαλόων ἐνὶ θυμῷ
  12. ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος.
  13. αἰχμὴ δʼ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν·
  14. ἤριπε δʼ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·
  15. ἀμφὶ δέ οἱ μελέεσσι μέγʼ ἔβραχεν αἰόλα τεύχη.
  16. Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατʼ αἰχμὴν
  17. ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγʼ ἀΰτει·
  18. ἆ δείλʼ, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν
  19. ἔπλετʼ, ὃς οὐτιδανός περ ἐὼν μέγʼ ἀμείνονι φωτὶ
  20. ἄντα κίες· τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.