Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε·
  2. χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι. ἦτορ ἔολπεν
  3. Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι
  4. αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον
  5. ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισί τʼ Ἀχαιοῖς.
  6. ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος,
  7. τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,
  8. κείνου μνωόμενος φρονέων τʼ ἀντάξια ἔργα
  9. θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,
  10. ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέγε μοῦνον όΐω
  11. ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι.
  12. ἦ μέγʼ ἐποτρύνων· ὁ δέ μιν προσεφώνεε μύθῳ·
  13. Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
  14. ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,
  15. ὅς τε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ·
  16. ἡμεῖς δʼ, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,
  17. στησόμεθα πρὸ πόληος· ἔπειτα δέ καὶ τόδʼ ὀμοῦμαι,
  18. μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι.
  19. ὣς φάτο θαρσαλέως· Τρῶες δʼ ἐπὶ μακρὰ χάροντο.
  20. καὶ τότʼ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον