Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Πουλυδάμαντά τʼ ἐϋμμελίην καὶ Πάμμονα δῖον
  2. Δηίφοβόν τʼ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων
  3. Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
  4. τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
  5. ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται
  6. ἐν πολέμῳ· μάλα δʼ ὦκα κίον προπάροιθεν ὁμίλου·
  7. προφρονέως δʼ οἴμησαν ἀπʼ ἄστεος· ἀμφὶ δέ λαοὶ
  8. πολλοὶ ἕπονθʼ, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα
  9. ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο
  10. ἐκχύμεναι καναχηδόν, ὅτʼ εἴαρος ἦμαρ ἵκηται·
  11. ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι·
  12. τῶν δʼ ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν
  13. αὐτῶν ἠδʼ ἵππων· περὶ δʼ ἔβρεμεν ἄσπετα τεύχη.
  14. ὡς δʼ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα
  15. κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,
  16. κύματα δʼ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα
  17. φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,
  18. ἠχὴ δʼ ἀτρυγέτοισι παρʼ αἰγιαλοῖσιν ὄρωρεν·
  19. ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη.
  20. Ἀργεῖοι δʼ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο