Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἱ δʼ ἔτι μακρῇς
  2. δηριόωντʼ ἐλάτῃσι μεμαότες, οὐδʼ ἀπέληγον
  3. ὑσμίνης· πάντων δὲ καρήατα δεύετο λύθρῳ
  4. θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·
  5. οἴνῳ δʼ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα
  6. εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι.
  7. Νέσσον δʼ αὖθʼ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο
  8. κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατʼ ὀϊστῷ
  9. ἀμφʼ ἐρατῆς αλόχοιο χολούμενος, ἐν δʼ ἐτέτυκτο
  10. ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν
  11. ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα
  12. ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.
  13. κεῖτο δʼ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου
  14. ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς
  15. βλήμενον· Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.
  16. ἄλλα δʼ ἄρʼ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
  17. ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.
  18. φαίνετο δʼ ἶσος Ἄρηι μετὰ στίας ἀΐσσοντι·
  19. Τρῶες δʼ ἀμφιέποντες ἐγήθεον, εὖτʼ ἐσίδοντο
  20. τεύχεά τʼ ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος·