Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σμερδαλέος δέδμητο δράκων· ταὶ δʼ ἄλλοθεν ἄλλαι
  2. πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.
  3. ἐν δʼ ἄρʼ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι
  4. Κέρβερος, ὅν ῥʼ ἀκάμαντι Τυφωέϊ γείνατʼ Ἔχιδνα
  5. ἄντρῳ ὑπʼ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς
  6. ἀργαλέης· ὁ δʼ ἄρʼ ἦεν ἀεικέλιόν τι πέλωρον [*](Verse inserted by Zimmermann ex P.)
  7. ἀμφʼ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
  8. εἴργων νεκρὸν ὅμιλον ὑπʼ ἠερόεντι βερέθρῳ·
  9. ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας
  10. ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
  11. ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
  12. θαρσαλέως. ἐτέτυκτο δʼ ἀπόπροθεν ἄγκεα μακρὰ
  13. Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
  14. αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις
  15. λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
  16. αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.
  17. Κενταύρων δʼ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
  18. ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δʼ ὀρόθυνε καὶ οἶνος
  19. ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι·
  20. καὶ ῥʼ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,