Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω
  2. ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·
  3. καί ῥʼ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δʼ ἄρʼ αὐτοῦ
  4. ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
  5. Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
  6. δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
  7. εἶλε κόμης ἵπποιο κατʼ ὠκέος· αἱ δʼ ἀπάτερθεν
  8. ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ
  9. Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι
  10. ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν
  11. αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.
  12. ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
  13. τεθναότος παρὰ βουσί· καρήατα δʼ ἐν κονίῃσιν
  14. αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα·
  15. πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων
  16. ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν
  17. Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δʼ ἔκειτο
  18. βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ.
  19. ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα
  20. Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ