Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
  2. οἵ ῥα τότʼ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
  3. ὣς δʼ αὕτως κατὰ δώματʼ Ἀλεξάνδροιο δαΐφρων
  4. δαίνυτο Τηλεφίδης μετʼ ἀγακλειτῶν βασιλήων·
  5. πολλὰ δʼ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
  6. ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
  7. αἴσῃ ἐν ἀργαλέῃ· ὁ δʼ ὑπέσχετο πάντα τελέσσειν.
  8. αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθʼ ἕκαστος·
  9. Εὐρύπυλος δʼ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
  10. ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
  11. ἠῢς Ἀλέξανδρος μετʼ ἀγακλειτῆς ἀλόχοιο·
  12. κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
  13. ἔνθʼ ὅ γε λέξατʼ ἰών· τοὶ δʼ ἄλλοσε κοῖτον ἕλοντο
  14. μέχρις ἐπʼ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμʼ ἠοῖ
  15. Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
  16. σύν τʼ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν·
  17. λαοὶ δʼ αὐτίκʼ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
  18. πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι·
  19. ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
  20. τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·