Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί οἱ δαίδαλα πολλὰ κατʼ ἀσπίδα δῖαν ἔκειτο,
  2. ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
  3. ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
  4. δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
  5. σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον
  6. νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς
  7. ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
  8. ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνων
  9. ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
  10. ἕσπετʼ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.
  11. ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
  12. ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
  13. τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
  14. αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δʼ ἐῴκει.
  15. ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
  16. αἰνὸν λιχμώωσα· καρήατα δʼ ἀλγινόεντα
  17. ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δʼ ἄεξεν
  18. ἐξ ὀλίγων μάλα πολλά· πόνος δʼ ἔχεν Ἡρακλῆα
  19. θαρσαλέον τʼ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
  20. ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα