Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δμῶες δʼ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·
  2. αἶψα δʼ Ἀλέξανδρος κατʼ ἄρʼ ἕζετο, πὰρ δʼ ἄρα τῷ γε
  3. Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
  4. ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·
  5. αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
  6. στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο·
  7. ἐν δὲ φάτνῃσι βάλοντο, τά τʼ ὠκέες ἵπποι ἔδουσι.
  8. καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δʼ αἶα καὶ αἰθήρ·
  9. οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
  10. Κήτειοι Τρῶές τε· πολὺς δʼ ἐπὶ μῦθος ὀρώρει
  11. δαινυμένων· πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
  12. δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δʼ ἠπύτα σύριγξ
  13. αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,
  14. ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.
  15. Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
  16. ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες
  17. αὐλῶν φορμίγγων τʼ ἰαχὴν ἀνδρῶν καὶ ἵππων
  18. σύριγγός θʼ, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι·
  19. τοὔνεκʼ ἄρʼ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε
  20. νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,