Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
  2. θρέψε θοή ποτε κεμμάς, ἑῷ δʼ ἴσα φίλατο νεβρῷ
  3. μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει
  4. ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.
  5. τοῦ δʼ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
  6. ἦγεν ἑὸν ποτὶ δῶμα διʼ εὐρυχόροιο πόληος
  7. σῆμα πάρʼ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
  8. νηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι
  9. δώματʼ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο·
  10. καί μιν ἀδελφειῶν πηῶν θʼ ὕπερ ἠδὲ τοκήων
  11. εἴρετο προφρονέως· ὁ δέ οἱ μάλα πάντʼ ἀγόρευεν·
  12. ἄμφω δʼ ὣς ὀάριζον ἅμʼ ἀλλήλοισι κιόντες.
  13. ἦλθον δʼ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δʼ ἄρʼ ἧστο
  14. ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·
  15. καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
  16. ἄλλαι δʼ αὖτʼ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
  17. ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.
  18. Εὐρύπυλον δʼ Ἑλένη μέγʼ ἐθάμβεεν εἰσορόωσα,
  19. κεῖνος δʼ αὖθʼ Ἑλένην· μετὰ δʼ ἀλλήλους ἐπέεσσιν
  20. ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι·