Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
  2. νίκην ἀμφεβάλοντʼ ἐρικυδέα, τῆς πέρι θυμὸν
  3. ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
  4. ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε
  5. αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα·
  6. εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
  7. κεῖνον ἀλαστήσειν καθʼ ἑὸν νόον, οὔτʼ ἄν ἔγωγε
  8. ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τινʼ ἄλλον
  9. ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
  10. ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας
  11. προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
  12. νῦν δέ μιν οὔτι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι
  13. ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
  14. οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου,
  15. ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
  16. τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
  17. κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
  18. ἤλιτεν· οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ·
  19. ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα
  20. τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι.