Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
  2. καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν
  3. αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
  4. πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·
  5. τοῦ δʼ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.
  6. παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ
  7. ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω
  8. ἔζεσε φοίνιον αἷμα· χολὴ δʼ ὑπερέβλυσεν αἰνή·
  9. ἥπατι δʼ ἔγκατʼ ἔμικτο· περὶ κραδίην δʼ ἀλεγεινὸν
  10. ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων
  11. ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
  12. σὺν δʼ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δʼ ὄμματα πήξας
  13. ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δʼ ἑταῖροι
  14. ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
  15. πολλὰ παρηγορέοντες· ὁ δʼ ὑστατίην ποσὶν οἶμον
  16. ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
  17. ἀλλʼ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
  18. Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
  19. καὶ τότʼ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·
  20. σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δʼ ἄρα σφι
  21. νήχετο κήτεα πολλά, τά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.
  22. αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι
  23. μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
  24. δῶκε Θέτιν Πηλῆι καὶ καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
  25. Κυμοθόη δʼ ἐν τῇσι μέγʼ ἀσχαλόωσʼ ἀγόρευεν·
  26. ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθʼ ὑπέτλη
  27. δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
  28. κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.
  29. ὣς φάτο Κυμοθόη κυανοπ λοκάμοις ἁλίῃσιν.
  30. ἠέλιος δʼ ἀπόρουσεν, ἐπεσκιόωντο δʼ ἀλωαὶ
  31. νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δʼ οὐρανὸν ἄστρα.
  32. Ἀργεῖοι δʼ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον
  33. ὕπνῳ ὑπʼ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
  34. ἡδέϊ, τὸν Κρήτηθε παρʼ Ἰδομενῆος ἀγαυοῦ
  35. ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
  36. Αἴας δʼ Ἀργείοισι χολούμενος οὔτʼ ἄρα δόρπου
  37. μνήσατʼ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος
  38. ἄμφεχεν, ἀλλʼ ὅ γʼ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων·
  39. εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,
  40. ἢ ὅ γʼ ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ
  41. Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
  42. δῃώσῃ μελεϊστὶ θοῶς δολόεντʼ Ὀδυσῆα.
  43. καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντʼ ἐτέλεσσεν,
  44. εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν·
  45. κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
  46. ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
  47. τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
  48. τρέψεν ἀπʼ Ἀργείων. ὁ δʼ ἄρʼ ἤιε λαίλαπι ἶσος
  49. σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
  50. ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
  51. Πληιὰς εὖτʼ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα
  52. δύεθʼ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,
  53. ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
  54. τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.
  55. πάντη δʼ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,
  56. ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
  57. ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
  58. ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται
  59. ἄντρων ἐξερύσαντες, ὁ δʼ ἀμφὶ γένυσσι βεβρυχώς,
  60. εἴ που ἔτʼ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα·
  61. τῷ δʼ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
  62. αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
  63. ὥς ὅ γʼ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,
  64. εὖτε λέβης ἀλίαστον ἐπʼ ἐσχάρῃ Ἡφαίστοιο
  65. ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
  66. γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
  67. ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
  68. εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
  69. ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
  70. μαίνετο δʼ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
  71. ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτʼ ἀλίαστον
  72. μαίνηται κατʼ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
  73. πίπτῃ δʼ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
  74. ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
  75. μαίνετο λευγαλέως· ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
  76. ἐκ στόματος, βρυχὴ γναθμοῖσιν ὀρώρει·
  77. τεύχεα δʼ ἀμφʼ ὤμοισιν ἐπέβραχε, τοὶ δʼ ὁρόωντες
  78. πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
  79. καὶ τότʼ ἀπʼ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς·
  80. Υπνος δʼ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
  81. Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
  82. Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
  83. ἡ δέ ἑ κύσσεν ἑλοῦσʼ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
  84. ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
  85. Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
  86. αἶψα δʼ ἄρʼ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δʼ ἐπὶ λέκτρα
  87. Πασιθέης οἴμησεν· ἀνέγρετο δʼ ἔθνεα φωτῶν.
  88. Αἴας δʼ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
  89. φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·
  90. ἐν δʼ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
  91. λιμῷ ὑπʼ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·
  92. καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερʼ ἄλλοθεν ἄλλα
  93. κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
  94. χεύῃ, ὅτʼ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·
  95. ὥς Αἴας μήλοισι μέγʼ ἀσχαλόων ἐνόρουσεν
  96. ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
  97. καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
  98. κρύβδʼ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
  99. σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
  100. Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
  101. ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
  102. πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
  103. ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
  104. μηδʼ ἄρα Λαέρταο πάϊς μέγʼ ἀμείνονι φωτὶ
  105. ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
  106. νῦν δὲ μέγʼ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·
  107. ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
  108. μοῦνον ἔτʼ ἦν Αἴαντος ἐΰ σθένος· ἀλλʼ ἄρα καὶ τὸν
  109. ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
  110. ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.
  111. ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
  112. μὴ νῦν, ὦ Μενέλαε, μέγʼ ἀχνύμενος περὶ θυμῷ
  113. σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι·
  114. οὐ γὰρ ὅ γʼ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
  115. γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δʼ ἄρα δυσμενέεσσιν.
  116. ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
  117. μηλονόμοι δʼ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
  118. πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα·
  119. ὡς δʼ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
  120. θάμνοις ἐν λασίοισιν, ὁ δʼ ἐγγύθεν ὀξὺ κεκληγὼς
  121. πωτᾶτʼ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·
  122. ὣς οἵ γʼ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
  123. ὀψὲ δʼ ὄ γʼ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
  124. καί ῥʼ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·
  125. κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδʼ οἰωνῶν·
  126. οὐ γάρ σʼ οὐδʼ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
  127. ὧν ἕνεκ̔ ἀφραδέων μέγʼ ἀμείνονι δηριάασκες·
  128. κεῖσο, κύον· δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα
  129. κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
  130. οὐ τοκέες· τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
  131. γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλʼ ἀπὸ πάτρης
  132. οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.
  133. ὣς ἄρʼ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
  134. κεῖσθαι ἰϊόμενος μεμορυγμένον αἵματι πολλῷ·
  135. καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
  136. ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
  137. ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
  138. ῇχι θοαὶ ναὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
  139. αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
  140. Αἴας δʼ, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
  141. θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι
  142. ἐκ μακάρων· πάντεσσι δʼ ὑπεκλάσθη μελέεσσι
  143. βλήμενος ἄλγεσι θυμὸν ἀπήιον· οὐδʼ ἄρα πρόσσω
  144. ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτʼ ἄρʼ ὀπίσσω,
  145. ἀλλʼ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τʼ ἐν ὄρεσσι
  146. πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
  147. ἀλλʼ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
  148. λυγρὸν ἀνεστονάχησεν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
  149. ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
  150. οἵ με φρένας βλάψαντο, κακὴν δʼ ἐπὶ λύσσαν ἔθεντο,
  151. μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
  152. ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
  153. χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
  154. λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ,
  155. ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
  156. ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
  157. ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
  158. αὐτῷ τʼ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδʼ ὅ γʼ ἀπήμων
  159. ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
  160. ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
  161. ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν
  162. ἄσχετος· οὐ γὰρ ἔτʼ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
  163. τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς
  164. τίετʼ ἐν Ἀργείοισιν, ἐμεῦ δʼ ἐπὶ πάγχυ λάθοντο
  165. ἔργων θʼ, ὁππόσʼ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.
  166. ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
  167. Ἑκτόρεον ξίφος ὦσε διʼ αὐχένος· ἐκ δέ οἱ αἷμα
  168. ἐσσύμενον κελάρυζεν. ὁ δʼ ἐν κονίῃσι τανύσθη
  169. Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
  170. ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
  171. καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
  172. κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔτις ἵκανεν
  173. ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
  174. αἶψα δʼ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
  175. πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
  176. καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν·
  177. ὡς δʼ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
  178. ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
  179. αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
  180. μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας·
  181. ὥς οἵ γʼ ἀμφʼ Αἴαντα μέγα στένον ἤματι κείνῳ
  182. πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
  183. καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
  184. Τεῦκρος δʼ ἀμφʼ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν
  185. ἀργαλέας· τὸν δʼ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
  186. εἶργον. ὁ δʼ ἀσχαλόων περικάππεσε τεθνειῶτι
  187. δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
  188. ὅς τε παρʼ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
  189. κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
  190. μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός·
  191. ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
  192. ἑρπύζων περὶ νεκρόν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
  193. Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετʼ [*](Zimmermann, for e)/blaben of v.) ἦτορ
  194. οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
  195. ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
  196. Ἀργείους δʼ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
  197. οὐ γὰρ τοῖσδʼ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
  198. ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ·
  199. οὐδʼ ἔτʼ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
  200. ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδʼ ὀλέσθαι,
  201. ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·
  202. οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτʼ εἰσίν,
  203. εἴ που ἔτʼ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
  204. ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.
  205. ἦ ῥα μέγα στενάχων· ἐπὶ δʼ ἔστενε δῖα Τέκμησσα
  206. Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
  207. ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
  208. πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
  209. ἐδνωταὶ μεδέουσι παρʼ ἀνδράσι κουριδίοισιν·
  210. ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπʼ ἀγκοίνῃσι δαμεῖσα
  211. Εὐρυσάκην τέκεθʼ υἱὸν ἐοικότα πάντα τοκῆι·
  212. ἀλλʼ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
  213. ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
  214. ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα·
  215. καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
  216. ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
  217. δυς μενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ·
  218. τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
  219. σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
  220. ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν·
  221. ὥς μʼ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
  222. πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
  223. ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
  224. οὐδʼ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
  225. καὶ τοκέων εἴρυσσας ἅμʼ ἄλλῃς ληιάδεσσι
  226. πόλλʼ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
  227. αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ·
  228. ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
  229. μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
  230. οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
  231. καί ῥά μʼ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μʼ ἔφησθα
  232. τεύξειν αὐτίκʼ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
  233. νοστήσας Τροίηθε· τὰ δʼ θεὸς ἄμμι τέλεσσεν·
  234. ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ
  235. μέμβλετʼ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
  236. οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
  237. δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτʼ ἐόντος
  238. νηπίαχοι κομέονται ὑπʼ ἄνδρεσσιν μάλα πολλὸν
  239. χειροτέροις· ὀλοῇ γὰρ ὑπʼ ὀρφανίῃ βαρὺς αἰὼν
  240. παισὶ πέλει, καὶ πήματʼ ἐπʼ ἄλλοθεν ἄλλα χέονται·
  241. καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
  242. οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.
  243. ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
  244. ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
  245. Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδʼ ἐμεῦ αὐτοῦ·
  246. ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
  247. τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτʼ ἐόντος
  248. ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
  249. αἴθʼ ὄφελον μηδʼ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ
  250. αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
  251. δυσμενέων σθένε λαός ὑπʼ Ἄρεϊ δῃώσασθαι.
  252. ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
  253. οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος
  254. μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατʼ ἀνίη.
  255. καὶ δʼ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
  256. κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
  257. τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
  258. ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
  259. γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
  260. ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
  261. ἀμφʼ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι
  262. μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
  263. νίκην ἀμφεβάλοντʼ ἐρικυδέα, τῆς πέρι θυμὸν
  264. ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
  265. ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε
  266. αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα·
  267. εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
  268. κεῖνον ἀλαστήσειν καθʼ ἑὸν νόον, οὔτʼ ἄν ἔγωγε
  269. ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τινʼ ἄλλον
  270. ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
  271. ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας
  272. προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
  273. νῦν δέ μιν οὔτι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι
  274. ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
  275. οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου,
  276. ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
  277. τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
  278. κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
  279. ἤλιτεν· οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ·
  280. ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα
  281. τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι.
  282. ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
  283. ἀλλʼ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ·
  284. δὴ τότε Νηλέος υἱὸς ἔτʼ ἀχνυμένοισιν ἔειπεν·
  285. ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
  286. ἡμῖν αἶψʼ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος
  287. Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος
  288. ἄλλων τʼ Ἀργείων ἠδʼ υἱέος ἡμετέροιο
  289. Ἀντιλόχου. ἀλλʼ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ
  290. κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,
  291. ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκʼ ἄμεινον
  292. ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
  293. πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι·
  294. νεκρὸς δʼ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
  295. φράσσασθʼ, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.
  296. ἦ ῥα παρηγορέων· περὶ δʼ ἀντίθεοι βασιλῆες
  297. ἀθρόοι αἶψʼ ἀγέροντο μέγʼ ἀχνύμενοι κέαρ ἔνδον,
  298. καί ἑ μέγαν περʼ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
  299. πολλοὶ ἀείραντες· κατὰ δὲ σπείροισι κάλυψαν
  300. αἷμʼ ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι
  301. τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι·