Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.
  2. ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
  3. ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
  4. Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδʼ ἐμεῦ αὐτοῦ·
  5. ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
  6. τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτʼ ἐόντος
  7. ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
  8. αἴθʼ ὄφελον μηδʼ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ
  9. αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
  10. δυσμενέων σθένε λαός ὑπʼ Ἄρεϊ δῃώσασθαι.
  11. ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
  12. οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος
  13. μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατʼ ἀνίη.
  14. καὶ δʼ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
  15. κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
  16. τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
  17. ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
  18. γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
  19. ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
  20. ἀμφʼ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι