Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
- ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
- οὐδʼ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
- καὶ τοκέων εἴρυσσας ἅμʼ ἄλλῃς ληιάδεσσι
- πόλλʼ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
- αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ·
- ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
- μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
- οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
- καί ῥά μʼ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μʼ ἔφησθα
- τεύξειν αὐτίκʼ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
- νοστήσας Τροίηθε· τὰ δʼ θεὸς ἄμμι τέλεσσεν·
- ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ
- μέμβλετʼ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
- οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
- δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτʼ ἐόντος
- νηπίαχοι κομέονται ὑπʼ ἄνδρεσσιν μάλα πολλὸν
- χειροτέροις· ὀλοῇ γὰρ ὑπʼ ὀρφανίῃ βαρὺς αἰὼν
- παισὶ πέλει, καὶ πήματʼ ἐπʼ ἄλλοθεν ἄλλα χέονται·
- καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ