Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτʼ εἰσίν,
  2. εἴ που ἔτʼ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
  3. ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.
  4. ἦ ῥα μέγα στενάχων· ἐπὶ δʼ ἔστενε δῖα Τέκμησσα
  5. Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
  6. ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
  7. πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
  8. ἐδνωταὶ μεδέουσι παρʼ ἀνδράσι κουριδίοισιν·
  9. ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπʼ ἀγκοίνῃσι δαμεῖσα
  10. Εὐρυσάκην τέκεθʼ υἱὸν ἐοικότα πάντα τοκῆι·
  11. ἀλλʼ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
  12. ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
  13. ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα·
  14. καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
  15. ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
  16. δυς μενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ·
  17. τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
  18. σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
  19. ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν·
  20. ὥς μʼ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,