Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν
  2. αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
  3. πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·
  4. τοῦ δʼ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.
  5. παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ
  6. ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω
  7. ἔζεσε φοίνιον αἷμα· χολὴ δʼ ὑπερέβλυσεν αἰνή·
  8. ἥπατι δʼ ἔγκατʼ ἔμικτο· περὶ κραδίην δʼ ἀλεγεινὸν
  9. ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων
  10. ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
  11. σὺν δʼ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δʼ ὄμματα πήξας
  12. ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δʼ ἑταῖροι
  13. ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
  14. πολλὰ παρηγορέοντες· ὁ δʼ ὑστατίην ποσὶν οἶμον
  15. ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
  16. ἀλλʼ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
  17. Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
  18. καὶ τότʼ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·
  19. σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δʼ ἄρα σφι
  20. νήχετο κήτεα πολλά, τά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.