Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι
  2. μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
  3. δῶκε Θέτιν Πηλῆι καὶ καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
  4. Κυμοθόη δʼ ἐν τῇσι μέγʼ ἀσχαλόωσʼ ἀγόρευεν·
  5. ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθʼ ὑπέτλη
  6. δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
  7. κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.
  8. ὣς φάτο Κυμοθόη κυανοπ λοκάμοις ἁλίῃσιν.
  9. ἠέλιος δʼ ἀπόρουσεν, ἐπεσκιόωντο δʼ ἀλωαὶ
  10. νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δʼ οὐρανὸν ἄστρα.
  11. Ἀργεῖοι δʼ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον
  12. ὕπνῳ ὑπʼ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
  13. ἡδέϊ, τὸν Κρήτηθε παρʼ Ἰδομενῆος ἀγαυοῦ
  14. ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
  15. Αἴας δʼ Ἀργείοισι χολούμενος οὔτʼ ἄρα δόρπου
  16. μνήσατʼ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος
  17. ἄμφεχεν, ἀλλʼ ὅ γʼ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων·
  18. εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,
  19. ἢ ὅ γʼ ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ
  20. Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι