Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ
  2. αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·
  3. ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ
  4. Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
  5. σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι
  6. μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
  7. ἀμφʼ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
  8. ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.
  9. ὣς φάτο· τὸν δʼ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·
  10. Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
  11. οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί·
  12. ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέ1στερός εἰμι
  13. σεῖο μετʼ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος
  14. ἢ καὶ ἀγαυότερος· τὸ δέ που καὶ Τρῶες ἴσασιν,
  15. οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.
  16. καὶ δʼ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι
  17. ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,
  18. ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο
  19. Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.
  20. ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.