Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε
  2. αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
  3. ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι,
  4. ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
  5. οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
  6. ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
  7. κείνῳ, ὅτʼ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
  8. νῦν δέ σευ ἀμφʼ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
  9. δυσμενέων, ἐσάωσα δʼ ὁμῶς τεύχεσσι θανόντα.
  10. οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
  11. ἕλκος ἔτʼ ἀμφʼ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων
  12. τῶνδʼ ὑπερουτηθέντα δαϊκταμένου τʼ Ἀχιλῆος·
  13. καὶ δʼ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.
  14. ὣς ἄρʼ ἔφη· τὸν δʼ αὖθις ἀμείβετο καρτερὸς Αἴας·
  15. ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
  16. οὔ νύ σʼ ἐκεῖσʼ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος
  17. Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
  18. ἑλκέμεναι μενέαινον· ἐγὼ δ ὑπὸ δουρὶ καὶ ἀλκῇ
  19. τῶν μὲν γούνατʼ ἔλυσα κατὰ μόθον, οὓς δʼ ἐφόβησα
  20. αἰὲν ἐπεσσύμενος· τοὶ δʼ ἀργαλέως φοβέοντο