Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
- οὐδʼ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων
- Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
- ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
- δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος
- γίνετʼ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
- ἄπρηκτος τελέθει μέγεθός τʼ εἰς οὐδὲν ἀέξει
- ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
- αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
- ἀθάνατοι· τεῦξαν δὲ μέγʼ Ἀργείοισιν ὄνειαρ.
- οὐδὲ μὲν ὡς σώ μʼ ἔφησθα πάρος φεύγοντα σάωσας
- δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλʼ ἅμα πάντας
- Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δʼ ἐπέχυντο
- ἀλκῇ μαιμώωντες· ἐγὼ δʼ ὑπὸ κάρτεϊ χειρῶν
- πολλῶν θυμὸν ἔλυσα· σὺ δʼ οὐκ ἄρʼ ἐτήτυμα βάζεις·
- οὐ γὰρ ἔμοιγʼ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ
- ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
- φεύγοντʼ ἐκ πολέμοιο. νέας δʼ ἐς μέσσον ἔρυσσα
- οὔτι περιτρομέων δηίων μένος, ἀλλʼ ἵνα μῆχος
- αἰὲν ἅμʼ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι·