Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
  2. Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
  3. οὐτιδανόν τέ μʼ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
  4. ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
  5. μήδεσι καὶ μύθοισι, τά τʼ ἀνδράσι κάρτος ἀέξει·
  6. καὶ γάρ τʼ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
  7. μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
  8. ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
  9. ναῦται ὑπεκπερόωσιν, ὅτʼ ἄσπετα κυμαίνηται·
  10. τέχνῃσιν δʼ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
  11. πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
  12. ταῦροι δʼ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
  13. ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται.
  14. αἰεὶ δʼ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
  15. πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων·
  16. τοὔνεκʼ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
  17. λέξατό μʼ ἐκ πάντων ἐπιτάρροθον, ὄφρʼ ἀφίκωμαι
  18. ἐς φύλακας· μέγα δʼ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω·
  19. καὶ δʼ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
  20. ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου