Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θῆκεν, ὅτʼ ἀμφʼ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
  2. ὄφρʼ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
  3. ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
  4. αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι· νῦν δʼ ἄρα μύθων
  5. ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων·
  6. οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
  7. δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγʼ ἔγχος
  8. νωμῆσαι παλάμῃσιν· ἐμοὶ δʼ ἄρα πάντα τέτυκται
  9. ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
  10. οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
  11. ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
  12. ἕσταμεν ἀμφʼ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;
  13. ἀλλʼ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν
  14. ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
  15. ἀλκῆς γὰρ τόδʼ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
  16. θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα·
  17. μύθων δʼ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
  18. οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
  19. εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.
  20. ὣς φάτο· τὸν δʼ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν