Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.
  2. νῦν δʼ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,
  3. οὔτʼ εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ
  4. ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σʼ ἐνὶ χάρμῃ
  5. ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
  6. δυσμενέων, ὅτε σʼ ἄλλοι ἀνὰ μόθον οἰωθέντα
  7. κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν·
  8. ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
  9. αὐτὸς Ζεὺς ἐφόβησεν ἀπʼ αἰθέρος, ὄφρα σε Τρῶες
  10. ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν
  11. δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
  12. ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.
  13. σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
  14. εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐδέ τι θυμῷ
  15. ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
  16. νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐδὲ μὲν αἰνὸν
  17. πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δʼ ὑπʼ ἀταρβέϊ θυμῷ
  18. ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε
  19. πάντη ἐν ὑσμίνῃ· σὺ δέ μιν περιδείδιες αἰεί.
  20. ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον