Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
  2. Αἴας δʼ ἐν μέσσοισι μέγʼ ἀσχαλόων φάτο μῦθον·
  3. ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
  4. ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
  5. ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
  6. βλημένου ἐν κονίῃσιν, ὅτʼ ἀμφί ἑ Τρῶες ἔβησαν,
  7. ὁππότʼ ἐγὼ κείνοισι φόνον στονόεντʼ ἐφέηκα
  8. σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
  9. δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
  10. ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
  11. οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
  12. ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος [*](Zimmermann, ex P.) καὶ ἀτάσθαλα ἔργα.
  13. ἠὲ τόδʼ ἐξελάθου, ὅτʼ ἐς Ἰλίου ἱερὸν ἄστυ
  14. ἐλθέμεναι ἀλέεινες ἅμʼ ἀγρομένοισιν Ἀχαιοῖς,
  15. καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντʼ ἐφέπεσθαι
  16. ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι·
  17. σῇς γὰρ ὑπʼ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
  18. Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
  19. οὐκ οἴῳ δʼ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
  20. ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,