Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠδʼ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
  2. ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν
  3. πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπʼ ἀνάγκῃ·
  4. οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
  5. οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
  6. ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.
  7. ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
  8. ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
  9. σεῖο πέλει Δαναῶν οὔτʼ ἂρ νέος οὔτε παλαιός,
  10. ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
  11. ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
  12. νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται·
  13. καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
  14. ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·
  15. τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
  16. Τρωσὶν ἐϋπτολέμοισι, χόλον δʼ οὐκ ἄμμιν ὀπάσσει.
  17. ὣς φάτο· τοὶ δʼ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
  18. ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν·
  19. τῶν δʼ ἄρʼ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
  20. ἕζοντʼ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,