Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπʼ ἄλλων·
  2. ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
  3. ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες
  4. Αἴαντος μεγάλοιο περιφραδέος τʼ Ὀδυσῆος
  5. ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε·
  6. τῶν γάρ ῥʼ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
  7. γηθήσει κατὰ θυμόν, ὁ δʼ αὖ μέγα πένθος ἀέξει
  8. πάντας ἀτεμβόμενος Δαναούς, περὶ δʼ ἔξοχα πάντων
  9. ἡμέας· οὐδʼ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
  10. στήσεται ἐν πολέμῳ· μέγα δʼ ἔσσεται ἄλγος Ἀχαιοῖς,
  11. κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
  12. ἡρώων προφέρουσιν, ὁ μὲν πολέμῳ, ὁ δὲ βουλῇ.
  13. ἀλλʼ ἄγʼ ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι
  14. λίην, οὐκ ὀλίγον περ, ἔχω δʼ ἐπὶ γήραϊ πολλῷ
  15. καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα·
  16. αἰεὶ δʼ ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων
  17. ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε·
  18. τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι [ταῦτα] δικάσσαι
  19. ἀντιθέῳ τʼ Αἴαντι φιλοπτολέμῳ τʼ Ὀδυσῆι,
  20. ὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα, [*](Transposed by Treu from lacuna after in. 524.)