Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
  2. καὶ τότʼ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
  3. θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
  4. νῦν μὲν δὴ κατʼ ἀγῶνος ἀέθλια πάντα τελέσθη,
  5. ὅσσʼ ἐπὶ παιδὶ θανόντι μέγʼ ἀχνυμένη κατέθηκα·
  6. ἀλλʼ ἴτω ὅς τʼ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
  7. καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι
  8. δώσω, ἅ καὶ μακάρεσσι μέγʼ εὔαδεν ἀθανάτοισιν.
  9. ὥς φάτο· τοὶ δʼ ἀνόρουσαν ἐριδμαίνοντʼ ἐπέεσσιν
  10. υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
  11. Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
  12. ἀστὴρ ὡς ἀρίδηλος ἀνʼ οὐρανὸν αἰγλήεντα
  13. ἕσπερος, ὅς μέγα πᾶσι μετʼ ἀστράσι παμφαίνησι·
  14. τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο·
  15. ᾔτεε δʼ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
  16. ἠδʼ ἄρα μητιόεντʼ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει
  17. ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
  18. ὥς δʼ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
  19. οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
  20. Νέστωρ δʼ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ