Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.
  2. Ἀτρείδης δʼ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·
  3. καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
  4. χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
  5. πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
  6. ἄλλοι δʼ αὖθʼ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους
  7. ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
  8. μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφʼ ἵππων
  9. ἕζονθʼ· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
  10. δάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
  11. ἐκθορέειν. τοῖς δʼ αἶψα τάθη δρόμος· οἱ δʼ ἀπὸ νύσσης
  12. καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
  13. εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
  14. ἠὲ Νότου κελάδοντος, ὅτʼ εὐρέα πόντον ὀρίνει
  15. λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτʼ ἀλεγεινὸν
  16. ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν·
  17. ὥς οἵ γʼ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
  18. ἐν πεδίῳ κλονέοντες ἀπείριτον· οἱ δʼ ἐλατῆρες
  19. ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην
  20. ταρφέα πεπληγώς, ἑτέρῃ δʼ ἐνὶ χειρὶ τινάσσων