Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
  2. ἵπποι δʼ ἐρρώοντο· βοὴ δʼ ἀνὰ λαὸν ὀρώρει
  3. ἄσπετος· οἱ δʼ ἐπέτοντο διὰ πλατέος πεδίοιο.
  4. καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος
  5. νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
  6. εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου, πεδίον δʼ ἀφίκανε
  7. πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
  8. κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥʼ ἔτι νῆις ἀέθλων
  9. ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο
  10. θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων
  11. Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων
  12. πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
  13. πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
  14. ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου·
  15. καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
  16. Τροίῃ ἐνὶ ξαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
  17. ὠκὺν ἐόντʼ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
  18. αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
  19. ἱππασίης ἀνελέσθαι· ὁ δʼ οὔτι οἱ ἦτορ ἴηνεν
  20. ἀμφʼ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνε [*](Zimmermann, for ἔμελλεν ἱκάνειν of MSS.)