Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο
  2. χείματος ἐγρομένου, ὁπότʼ οὔρεα δεύεται ὄμβρῳ.
  3. ἵπποι δʼ Εὐμήλοιο μέγʼ ἔκθορον, οἱ δʼ ἐφέποντο
  4. ἀντιθέοιο Θόαντος· ἐπʼ ἄλλῳ δʼ ἄλλος ἀΰτει
  5. ἅρματι· τοὶ δʼ ἐφέροντο διʼ εὐρυχόρου πεδίοιο [*](There is a long hiatus here: the lost verses contained an account of accidents to Thoas and Eurypylus, and the text resumes in the middle of a speech (by Nestor?) in praise of the horses of Menelaus.)
  6. ---
  7. Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
  8. παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
  9. ὅς ῥα τότʼ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
  10. κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης·
  11. ἀλλʼ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
  12. ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλʼ ἄρα πολλὸν
  13. ποσσὶν ἀφαυροτέρους· οἱ γάρ ῥʼ εἴδοντʼ ἀνέμοισιν.
  14. ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν
  15. Ἀτρείδην· ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.
  16. τοὺς δὲ μέγʼ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
  17. ζεύγλης· οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
  18. πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
  19. ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
  20. ἠκέσατʼ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,