Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἱ δʼ αὖθʼ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
  2. ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου·
  3. πρῶτος μὲν Μενέλαος ἰδʼ Εὐρύπυλος θρασυχάρμης
  4. Εὔμηλος δὲ Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
  5. ἵπποις δʼ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφʼ ἅρματʼ ἔρυσσαν
  6. πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης·
  7. αἶψα δʼ ἄρʼ εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες
  8. χῶρον ἀνʼ ἠμαθόεντʼ· ἐπὶ νύσσης δʼ ἔσταν ἕκαστοι·
  9. καρπαλίμως δʼ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
  10. ἵπποι δʼ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον
  11. ὅππως τις προάλοιτο, πόδας δʼ ὑπεκίνυον αὕτως,
  12. οὔατα δʼ ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν.
  13. οἱ δʼ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
  14. μάστιον· οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
  15. καρπαλίμως ζεύγλῃσι μέγʼ ἔκθορον ἀσχαλόωντες,
  16. ἅρματα δʼ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα·
  17. οὐδʼ ἁρματροχιὰς ἰδέειν ἦν οὐδὲ ποδοῖιν
  18. ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
  19. πουλὺς δʼ αἰθέρʼ ἵκανε κονίσαλος ἐκ πεδίοιο,
  20. καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσιν